Ancient Greek
P.Heid. 2 224
Documentary Papyri, P.Heid. 2 224
Not analysed yet
Αὐρηλίωι Ἥρωνι τῷ καὶ Διονυσοδώρῳ πραιποσίτῳ β πάγου παρὰ Αὐρηλίων …Δώμου διὰ Θεοδώρου πατρὸς καὶ Παρίπως Πάσιως κωμάρχων κώμης Βομπαῆ· εἰσαγγέλλομεν καὶ ἀναδίδομεν εἰς τὴν ἀνθʼ ἡμῶν κωμαρχίαν τοὺς ἑξῆς ἐγγεγραμμένους ἄνδρας ὄντας εὐπόρους καὶ ἐπιτηδείους ἰδίῳ ἡμῶν κινδύνῳ οὓς …ἐγγυώμεθα ἐκτελοῦντας τὴν δ… λειτουργίαν ἀμέμπτως, ἐὰν μή, ἡμεῖς τὴν ὑπὲρ αὐτῶν χώραν ἀναπληρώσομεν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν· εἰσὶ δὲ Θεόδωρος …α Τομυζισης ια· ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ϛ καὶ Λικιννίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β ἐπʼ αἰώνιον α…αρι…ενετωτο…κ εἰσηγγείλαμεν …ἔγραψα ὑπὲρ αὐτ… α… προκ δε …