Ancient Greek
P.Heid. 3 228
Documentary Papyri, P.Heid. 3 228
Not analysed yet
Ἀπολλωνίδης Δημώνακτι τῷ ἀδελφῷ χαίρειν. εἰ ἐρρωμένῳ σοι μετὰ τοῦ πατρὸς καὶ τῶν ἀδελφίων καὶ τὰ ἄλλα κατὰ λόγον ἐστίν, εἴη ἂν ὡς βούλομαι. ὑγίαινον δὲ καὶ αὐτὸς καὶ οἱ παρʼ ἐμοὶ πάντες. ἐκομισάμην τὸ παρὰ σοῦ ἐπιστόλιον ἐν ᾧ διεσάφεις ἄλλα τε καὶ ὑπὲρ τοῦ σταθμόν σοι λαβεῖν. οὐκ ἔκρινον οὖν λαβεῖν ἕως τοῦ παραγενέσθαι σε. καὶ γὰρ νῦν ἄλλα μοι ταξάμενος οὐκ εὐσυνθέτησας, ὥστε καὶ εἰς ἀγῶνα ἡμᾶς παρελθεῖν οὐ τὸν τυχόντα …Δημώνακτι