Ancient Greek
P.Heid. 3 230
Documentary Papyri, P.Heid. 3 230
Not analysed yet
Σαραπίων Ἀπολλωνίδης Φιλάμμωνι χαίρειν. παραγενόμενος κόμισαι ἃ ἀπέσταλκας ἡμῖν οἰνάρια. ἐφαινόμεθα γάρ σοι διαλεγόμενοι ὡς ἀλλοτρίωι. εἰ γὰρ ἠβουλόμεθα ἐπισίτιον ἀγοράζειν χωρὶς τοῦ ποτὰς εἶναι …οὐκ ἄν σε ἠνωχλήσαμεν. γίνωσκε οὖν κείμενά σοι τὰ οἰνάρια. ἔρρωσο. Φιλάμμωνι