Ancient Greek
P.Heid. 3 234
Documentary Papyri, P.Heid. 3 234
Not analysed yet
Ἀπολλ… Ἀπίωνι τῶι τιμιωτάτῳ χαίρειν. πάντῃ πάντως ἐπιτυχὼν τοῦ πρὸς ἡμᾶς γεινομένου περὶ τῶν παρὰ σοὶ πραχθέντων καὶ πρασσομένων ταχέως δήλωσον. ἀσπάζου Βησαρίωνα. ἀσπάζεταί σε Ἀππιανὴ καὶ Τααπις καὶ οἱ παρʼ ἡμῶν πάντες. ἐρρῶσθαί σε εὔχομαι εὐτυχοῦντα διὰ μακροῦ βίου. ἀσπάζεταί σε Ἰσίδωρα.