Ancient Greek
P.Heid. 3 237
Documentary Papyri, P.Heid. 3 237
Not analysed yet
Κλαυδίῳ Ἀλεξάνδρῳ ἑκατοντάρχῳ παρὰ Πανετβηοῦτος δημοσίου γεωργοῦ ἀπὸ κώμης Θεαδελφίας. ἡ συνοῦσά μοι γυνὴ …ἐξ ἧς καὶ ἐπαιδοποίησα, ἀλλότρια φρονήσασα τῆς πρὸς μὲ συνβιώσεως εὐκαιρίαν λαβοῦσα τὴν ἀπουσίαν μου ἐξῆλθέ μου τῆς οἰκίας πρὸ …μηνῶν δίχα τῆς καλουμένης ἀπαλλαγῆς …ν βαστάξασα τά τε ἑαυτῆς καὶ πλεῖστα τῶν ἡμετέρων, ἐν οἷς ἦν ἱμάτιον μέγα λευκὸν ἄγναφον καὶ κερβικάριον Ὀξυρυγχιτικὸν καὶ διλάσσιον ἐπικάρσιον καὶ σύνεργα χιτώνων δύο καὶ υ… καὶ ἕτερα γεωργικὰ ἐργαλεῖα. καὶ πλεονάκις προσπέμψαντός μου αὐτῆι βουλομένου τὰ ἡμέτερα ἀπολαβεῖν ἥδε ἀνεπιστρεπτήσασα οὐδὲν ἀπέδωκεν καίτοι χορηγήσαντός μου αὐτῆι τὰ ὑπὲρ τοῦ παιδίου τροφεῖα. ἐπεὶ οὖν νῦν ἔμαθον Νεῖλόν τινα Σύρου ἀπὸ τῆς αὐτῆς κώμης ἀνόμως συναρπάσαντα αὐτὴν καὶ γήμαντα ἐπιδίδωμι καὶ ἀξιῶ ἀχθῆναι αὐτήν τε καὶ τὸν Νεῖλον ἐπὶ σὲ πρὸς τὸ δυνηθῆναί με ἐκδικίας τυχεῖν καὶ τὰ ἡμέτερα ἀπολαβεῖν καὶ ὦ βεβοηθημένος. διευτύχει. …