Ancient Greek
P.Heid. 3 248
Documentary Papyri, P.Heid. 3 248
Not analysed yet
…τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῆς ὑμῶν ἐνδοξότητος διὰ τῆς ὑμῶν μεγαλοπρεπείας Αὐρήλιον …α υἱὸν Ἀβρααμίου μητρὸς Τερμουθίης ὁρμώμενον ἀπὸ ἐποικίου Nέου περὶ Σκευομισθίου διαφέροντος τῇ αὐτῇ ὑμῶν ἐνδοξότητι καὶ αὐτὸν ἐναπόγραφον αὐτῆς γεωργὸν ἐφʼ ᾧ τε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι μετὰ τῶν αὐτοῦ φιλτάτων καὶ γαμετῆς καὶ κτηνῶν καὶ πάσης τῆς αὐτοῦ ἀποσκευῆς ἀποκρινόμενον εἰς ἅπαντα τὰ ὁρῶντα τὸ αὐτοῦ πρόσωπον ἤτοι τὴν τοῦ ἐναπογράφου τύχην καὶ μηδαμῶς καταλιπεῖν τὸ αὐτὸ …