Ancient Greek
P.Heid. 4 324
Documentary Papyri, P.Heid. 4 324dupl
Not analysed yet
Αὐρηλίῳ Νεμεσιανῷ διαδεχομένῳ στρατηγίαν Ἑρμοπολείτου παρὰ Αὐρηλίου Ἑρμείου Ἀμμωνίου καὶ ὡς χρηματίζει. ἔχων εἰπεῖν πρὸς Αὐρήλιον Ἀμμώνιον γενόμενον …κογράφον Αὐρηλίου Ἀντωνίου στρατηγήσαντος προστεταχότος τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος Οὐαλερίου Φίρμου περὶ ὧν με διέσεισεν ἡνίκα ἐτύγχανον γραμματεὺς πρακτόρων ἀργυρίου ταλάντων δύο καὶ δραχμῶν τρισχιλίων ἀξιῶ τοῦτον κελευσαι παρανγελῆναι διʼ ὑπηρέτου τῆς στρατηγίας παρεῖναι καὶ προσεδρεύειν τῷ βήματι τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος ἔστʼ ἂν τὰ πρὸς αὐτὸν ζητούμενα πέρας λάβῃ, ἄλλα καὶ παρενεγκεῖν αὐτὸν τοὺς βοηθοὺς αὐτοῦ Ἰσίδωρον καὶ Γερόντιον καὶ Ἱερακίωνα εἰς τὸ μηδὲν ἐνδεῖσθαι τοῦ πράγματος λεγομένου ἀκολούθως ταῖς δοθείσαις μοι ὑπογραφαῖς οὕτως ἐχούσαις, μιᾶς μέν· ἔτους γ Παχὼν η παραγγείλας ᾧ αἰτιᾷ ἔντυχέ μοι δικάζοντι. κολλημάτων ξθ τόμου …,ἑτέρας δέ· ἔτους δ Θὼθ ιβ. ἐὰν ἐντυχόντος σου μὴ ὑπακούσῃ ὁ ἀντίδικος, δοθήσεται ὅρος. κολλήματος α τόμου …. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Φαμενὼθ λ. Αὐρήλιος Ἑρμείας Ἀμμωνίου ἐπιδέδωκα καὶ παρήγγειλα ὡς πρόκειται.