Ancient Greek
P.Heid. 4 336
Documentary Papyri, P.Heid. 4 336
Not analysed yet
…νωι ἐνάρχωι ἐξηγητῆι …παρὰ Φίλωνος Ἱέρακος καὶ Σα… …ου ἐπιτρόπων κατασταθέντων τῶν ἀφηλίκων τέκνων Φίλωνος καὶ …ς… …Ὡρίωνος Φίλωνος τετελευτηκότος. ἐπερωτώμενοι ὑπὸ σοῦ περὶ προσόδων ὧν κατέλειψεν ὁ τῶν ἀφηλίκων πατὴρ Ὡρίων ἐδαφῶν δηλοῦμεν ὑπάρχειν αὐτοῖς μέρη τρία ἀπὸ μερῶν τεσσάρων ἀρουρῶν δεκατριῶν περὶ Βοναροοῦ ὧν ἐκ μὲν τοῦ Ταρουθίννου κλήρου ἀρούρας πέντε μισθουμένας τῶι μὲν ἐνεστῶτι ε ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς σπορὰν πυροῦ ἐκφορίου ἑκάστης ἀρούρης πυροῦ ἀρταβῶν ι 𐅵,τῷ δὲ εἰσιόντι ϛ ἔτει εἰς ξυλαμὴν ἀνὰ ἀργυρίου δραχμὰς λϛ, ἐκ δὲ τοῦ Κρονίου κλήρου ἀρούρας η τῷ ε ἔτει εἰς μὲν σπορὰν λαχάνου ἀρούρας ε ἀνὰ λαχάνου ἑπτὰ τὰ μέτρα τῆς ἀρτάβης ἀρταβῶν γ, εἰς δὲ σπορὰν κριθῆς ἀρούρας γ ἐκφορίου ἀνὰ κριθῆς ἀρταβῶν ι καὶ τῷ ϛ ἔτει τὰς μὲνἀρούραςε εἰς σπορὰν πυροῦ καὶ κριθῆς ἀνὰ πυροῦ ἀρταβῶν ι 𐅵,τὰς δὲ ἀρούρας γ εἰς σπορὰν λαχάνου ἀνὰ λαχάνου ἀρταβῶν γ, γίνονται ἐπὶ τὸ αὐτὸ τῆς διετίας πυροῦ ἀρτάβαι ρε καὶ λαχάνου ἀρτάβαι κδ καὶ ἀργυρίου δραχμαὶ ρπ καὶ κριθῆς ἀρτάβαι λ, ὧν καθηκόντων δημοσίων τῆς αὐτῆς διετίας σὺν τῇ ἐφελκομένῃ ταῖς ἐκ τοῦ Ταρουθίννου βασιλικῇ πυροῦ δοχικοῦ ἀρτάβαι μ καὶ ναυβίου δραχμαὶ ιδ ὡς λοιπὰ εἶναι τῆς διετίας πυροῦ ἀρτάβαι ξε καὶ ἀργυρίου δραχμαὶ ιϛϛ κριθῆς ἀρτάβαι λ λαχάνου ἀρτάβαι κδ ὡς εἶναι τῶν γ μερῶν πυροῦ ἀρτάβας μη γ …ἀργυρίου δραχμὰς ρκβ… κριθῆς ἀρτάβας …λαχάνου ἀρτάβας ιη. καὶ κατέλειψεν παρὰ τῇ αὐτοῦ γυναικὶ Τερεῦτι …αρ… ἐνδομενείας καθὼς προσεφώνησεν ἐνγράφως μετὰ κυρίου Θέωνος Κορνηλίου συνγενοῦς βα… τρίποδες ξύλινοι β …ιτο… κε… α μ… μυοθήρα α …κιβωτοὶ β ὧν μικρὰ α ε…σααυ…ου …ασ…ν…ν… μιο χαλκ α ξυλ …ψ…β …ἁδροὶ τήγανον χαλκοῦν α θύσκην …πινάκια κασσιτέρινα παλαιὰ συμ… ξυλ α λεκάνην χαλκῆν α ὑποτεθειμένην ἐπὶ κεφαλαίου δραχμῶν κη τοκοφοροῦσα λ…δετυκ… ὅτι ἐὰν ἀπ…γγ…ος προσ…του…επ… …. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τιτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …Φίλων Ἱέρακος ἐπιδέδωκα. Σα …ς…ε…