Ancient Greek
P.Heid. 4 339
Documentary Papyri, P.Heid. 4 339
Not analysed yet
Φρουρίου Λιβός, β ἔτους Γαίου. Ἡρακλήωι Κρονίου ἐξηγητῇ Ἑρμοπολίτου παρὰ Ὡρίωνος Δημητρίου τοῦ Ὡρίωνος μητρὸς …τῶν ἀπὸ τοῦ γυμνασίου ἐφηβευκότων τὸ β ἔτος Γαίου Καίσαρος ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρουρίου Λιβός. ἐπεὶ στεροῦμαι ε… πυρὸν ἀξιῶ εἰσταγῆναι εἰς τὴν γραφὴν τῶν πρὸς τὴν τῆς εὐθηνίας διάδοσιν ἀναγορευομένων, ἵνʼ ὦ εὐεργετημένος. ἔτους …Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, …Ὡρίων Δημητρίου ἐπιδέδωκα.