Ancient Greek
P.Heid. 5 352
Documentary Papyri, P.Heid. 5 352
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ ἐνδοξοτάτου ἔτους ἑκκαιδεκάτου, Τῦβι πεντεκαιδεκάτῃ ἕκτης ἰνδικτίονος. …Αὐρηλίῳ τῷ δεῖνι …τοῦ τῆς μακαρίας μνήμης Πέτρου ἀπὸ τῆς Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίου Φοιβάμμωνος Ἰωάννου μητρὸς Θερμουθίας ἀμπελουργοῦ ὁρμωμένου ἀπὸ …ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ χρόνον ἐτῶν τόσων, ἀριθμούμενον ἀπὸ καρπῶν τῆς εἰσιούσης ἑβδόμης ἰνδικτίονος, τὸ ὑπάρχον σοι χωρίον ἀμπελικὸν ἐν συστάσει ἀρουρῶν ὅσων ἐστὶν σὺν φοίνιξι καὶ ἐλαιῶσι …ε…λ…ο…ου πρὸς χειρικὴν καὶ ἀμπελουργικὴν ἐργασίαν καὶ καλλιεργίαν καὶ πᾶσαν ἐπιμέλειαν, ἀμέμπτως καὶ ἀκαταγνώστως, ἐφʼ ᾧτε σὲ τὸν γεοῦχον λαβεῖν τὸ ἥμισυ μέρος παντὸς τοῦ ἐκβησομένου οἴνου ἐκ τοῦ αὐτοῦ χωρίου ἀμπελικοῦ καὶ τοῦ καρποῦ τῶν παντοίων φυτῶν καὶ φοινίκων, καὶ ἐμὲ μετα τοῦ ὑδροπαρόχου δέξασθαι τὸ ἄλλο ἥμισυ μέρος ἀνθʼ ὧν ποιούμεθα καμάτων. παρέξω δὲ κατʼ ἔτος λόγῳ συνηθείας καιρῷ τρυγῶν α… καὶ προσομολογῶ φυτεῦσαί σοι ἐν ἀμπέλῳ ἄρουραν …τὴν τρύγην τῆς παρούσης ἕκτης ἰνδικτίονος καὶ π…τη…ων μετ…πε τὴν ταύτης …αταμ…ηση. μεμίσθωμαι ὁμοίως καὶ τὸ διαπραθέν σοι παρὰ Μαρίας …τι… πωμάριον ὁλόκληρον χωρὶς οὗ γείτονες νότου τὸ ἐπ…ιεξω… ἀπηλιώτου πωμάριον αὐτῆς, ὁμοίως λιβὸς γῄδια τοῦ Ἐ…φο… ἢ οἱ ἂν ὦσιν γείτονες πάντῃ παντόθεν. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Ἰωάννου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀρδαβοῦρις Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλάουιος Βίκτωρ Ἰσακίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Θεόδωρος Πέτρου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Διονυσίου σὺν θεῷ …ἐγράφη …η …ηνουθινι …ἀπὸ Σα…τεως τοῦ Ἑρμοπολίτου