Ancient Greek
P.Heid. 5 361
Documentary Papyri, P.Heid. 5 361
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ αὐτοκράτορος ἔτους γ Παῦνι ιδ, τέλει πρώτης ἰνδικτίονος ἐν Ἀρσινόῃ. Αὐρήλιος Ἀπολλῶς ὀροβοπώλης υἱὸς Ἄπα Ὃλ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου …υ Αὐρηλίᾳ ……θυγατρὶ Πέτρου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς καὶ πεπληρῶσθαι τὴν τιμὴν λιπαρίων εὐαρέστων χυθρῶν δεκατεσσάρων, λιπαρίων χυθρῶν ιδ, ἑκάστης χύθρας ἀπὸ φολλεροῦ ἑνός ,τὴν δὲ ἀπόδοσιν ποιήσομαί σοι τῷ Ἁθὺρ μηνὶ τῆς εἰσιούσης δευτέρας ἰνδικτίονος ἀνυπερθέτως. εἰ δὲ …αὐτῶν νομισμάτια δύο ῥυπαρά, νομισμάτια β ῥυπαρά, ἐξ ὑπαρχόντων μου πάντων, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπολλῶ υἱὸς Ἄπα Ὃλ ὁ προκείμενος στοιχεῖ μοι τοῦτο τὸ γραμμάτιον ὡς πρόκειται. χμγ di emu Georgiu χειρόγραφον …