Ancient Greek
P.Heid. 6 362
Documentary Papyri, P.Heid. 6 362
Not analysed yet
ἔτους κα Χοιὰχ κ. ἀντίγραφον ἐντολῶν. Ἡρακλείδης τοῖς ἐν τῶι Ἡρακλεοπολίτηι ἀρχιφυλακίταις καὶ φυλακίταις χαίρειν. τῆς παρὰ Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως ἐπιστολῆς ὑποτέθηκα ὑμῖν τὸ ἀντίγραφον. μηθένα οὖν τῶν μελισσουργῶν ἐᾶτε ἐξάγειν ἐκ τοῦ νομοῦ σμήνη ἕως τοῦ παρʼ ἡμῶν τι ἐπισταλῆναι. ἔρρωσθε. ἔτους κα Χοιὰχ ιθ. Πετειμούθης Ἡρακλείδηι χαίρειν. ἐπειδὴ συμβαίνει τοὺς μελισσουργοὺς μετάγοντας τὰ σμήνη εἰς τὸν Ἀρσινοίτην ἐπιμίσγειν καὶ τὰ ἐκ τοῦ Ἡρακλεοπολίτου πρὸς τὸ μὴ δύνασθαι …Ἡρακλείδης τοῖς ἐν τῶι Ἡρακλεοπολίτηι ἀρχιφυλακίταις καὶ φυλακίταις χαίρειν. τῆς παρὰ Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως ἐπιστολῆς ὑποτέθηκα ὑμῖν τὸ ἀντίγραφον …επιστ… επιστ… καιαρτ… καλῶς ποιήσετε …λειαν… καθότι …Πετειμούθης Ἡρακλείδηι χαίρειν. τῆς παρʼ Ἀρτέμωνος τοῦ ἐπιστάτου τῶν κατὰ τὴν χώραν ἐπιστολῆς ὑποτέθηκά σοι τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις γράψας τοῖς κατὰ τόπον φυλακίταις μηθένα ἐᾶν ἐξάγειν μόσχους ἐκ τοῦ νομοῦ κατὰ μηθένα τρόπον, προσδιασαφήσας δʼ αὐτοῖς ἐάν τινες τῶν τοπογραμματέων παραδεικνύωσί τινας ἐξάγοντας μόσχους …θυοντας …παρα… φυλακ…ς διὰ τῆς ἐντολῆς …καὶ σφραγισαμένους μείζονας τῶν γαλαθηνῶν …εν…ατα καθιστάναι εἰς Ἡρακλέους πόλιν μετὰ φυλακῆς ……αὐτοὺς διατηρεῖν. ἔτους κα Χοιὰχ …Ἀρτέμων Πετειμούθηι χαίρειν. ἐπειδὴ χρεία καὶ πλειόνων ἔτι μόσχων εἰς τὸ πενθετηρικόν ἐστι, φρόντισον ὅπως