Ancient Greek
P.Heid. 6 369
Documentary Papyri, P.Heid. 6 369
Not analysed yet
ἔτους η Παῦνι κβ. πυρῶν ἀρταβῶν χιλίων μιᾶς, γίνονται Αα. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους η Παῦνι κβ. ὁμολογεῖ Ἀπολλώνιος ναύκληρος τοῦ Εὐβούλου κερκούρου ἀγωγῆς μυριάδος α Α ἐμβεβλῆσθαι ἐν τῆι Καινῆι παρʼ Ἁρμάχιος σιτολόγου ἀπὸ τοῦ κατηγμένου σίτου ἐκ τοῦ περὶ Ὀξύρυγχα ἐργαστηρίου ἀπὸ τῶν γενημάτων τοῦ η ἔτους ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν πυροῦ καθαροῦ κεκοσκινευμένου πρὸς κριθὰς ἑβδομήκοντα γίνονται ο ἀρτάβας χιλίας μίαν γίνονται Αα μέτροις τοῖς συνβεβλημένοις πρὸς τὸ χαλκοῦν μέτρον καὶ σκυτάληι δικαίαι.