Ancient Greek
P.Heid. 6 379
Documentary Papyri, P.Heid. 6 379
Not analysed yet
Ζεφύρωι οἰκονόμωι παρὰ Μαρρέου τοῦ Πετεαρμώτιος στιβέως. ἔτη καὶ πλείονα ἐξειληφὼς τὰ στιβικὰ Βουβάστου πεποίηκα τὰ δίκαια τῶι βασιλεῖ ἕως τοῦ ιη ἔτους, τῆς δʼ εἰς τὸ δεύτερον ἔτος διαπράσεως γινομένης ὑστέρησα. Μίθρης δὲ ὁ ζυτοποιὸς Βουβάστου προσεδέξατο καὶ τὰ στιβικὰ τῆς κώμης ὅσου καὶ ἐγὼ τὴν ἀρχὴν εἶχον, οὐ διηγγύηκεν δὲ ἕως τοῦ νῦν. ἀξιῶ οὖν σε, ἐάν σοι φαίνηται, γράψαι Πτολεμαίωι τῶι ἐπιμελητῆι λαβόντα παρʼ ἐμοῦ τοὺς ἐγγύους κατατάξαι ἐν ἐμοὶ τὰ στιβικά. τούτου δὲ γενομένου τεύξομαι καὶ αὐτὸς τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει.