Ancient Greek
P.Heid. 7 396
Documentary Papyri, P.Heid. 7 396
Not analysed yet
Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός, θεοῦ Νέρουα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας τὸ κ, αὐτοκράτωρ τὸ β, ὕπατος τὸ γ, πατὴρ πατρίδος λέγει· καὶ νῦν ἐνδεέστερον ἀναβῆναι τὸν Νεῖλον ὡς καὶ πέρυσι πυθόμενος, εἰ καὶ τοῖς προτέροις ἔτεσιν ἑξῆς οὐ τελείαν μόνον, ἀλλὰ καὶ μείζω σχεδὸν ὅσην οὐ πώποτε πρότερον ἐποιήσατο τὴν ἀνάβασιν καὶ πᾶσαν τὴν χώραν ἐπελθὼν αἴτιος ὑπῆρξεν αὐτὸς τοῦ πλείστους καὶ καλλίστους καρποὺς ἐξενεγκεῖν, ὅμως ᾠήθην ἀνάγκην εἶναι ποιήσασθαί τινα πρὸς τοὺς γεωργοὺς φιλανθρωπίαν, καίτοι προσδοκῶν, σὺν θεῷ δὲ γενέσθω, τῶν ἐπιόντων ἐτῶν καὶ εἴ τι νῦν ἐνεδέησεν ἀναπληρώσειν καὶ αὐτὸν τὸν Νεῖλον καὶ τὴν γῆν, πάντῃ δʼ ἐξετάζων τὴν φύσιν τῶν πραγμάτων …