Ancient Greek
P.Heid. 7 407
Documentary Papyri, P.Heid. 7 407
Not analysed yet
…θην μάλα εὐχαριστήσας τῷ πανελεήμονι θεῷ ἐ…εργι πάντοτε τὸν διάβολον. τὴν εὐλογίαν, ἣν ἀπέστειλεν ἡ σὴ ἁγιότης διὰ τῶν σῶν παίδων, τὰ τῆς πανηγυρήσεως, ἐδεξάμην ἐκ πλήρους μετὰ χαρᾶς, καθὼς περιέχει ἡ ἐπιστολή. καταξίωσον δέξαι τὴν μικρὰν εὐλογίαν, ταύτην λόγισαι ἀντὶ πολλῶν, τὰ εὑρηθέντα πρὸς τὴν ὥραν καθαρὰ τεσσαράκοντα ,καραλὼμ τὰ λεγόμενα τεσσαράκοντα ,σύριε ἀρτάβην μίαν ,ἀρτίδια μεγάλα δύο . προσαγορεύω πάντας τοὺς ἐν τῷ οἴκῳ σου ἀπὸ μικρῶν ἕως μεγάλων. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι. τῷ εὐλαβεστάτῳ ἀδελφῷ Δωροθέῳ πρεσβυτέρῳ Ἰωνᾶς πρεσβύτερος