Ancient Greek
P.Heid. 7 409
Documentary Papyri, P.Heid. 7 409
Not analysed yet
τῷ δεσπότῃ μου πατρὶ Λεωνίδῃ Εὐάγγελος. περὶ τῶν ναυτῶν μὴ προσποιηθῇς· καὶ γὰρ πέρυσι φανερὸς τύπος δέδοται καὶ ἔστιν κυρωθεὶς ἐν τῷ λογιστηρίῳ· καὶ γὰρ ὅρκος ἐδόθη καὶ παρὰ ἄλλων ναυτῶν καὶ Ἀλεξάνδρου ἐν τῇ ἐκκλησίᾳ πέρυσι. καταξίωσον δὲ μετὰ σπουδῆς λαβεῖν τὸν χρύσινον, ὃν δέδωκας Πέτρῳ· καὶ γὰρ οὐκ ἔχεις πρᾶγμα πρὸς γραμματέα· σῖτον …τεδωσεαν θελήσῃ πέμψαι, ἔχει σύμμαχον …γὰρ Παύλω σοὶ προσέχουσιν. μὴ ἀμελήσῃς λαβεῖν τὸν χρύσινον καὶ παρασκεύασον αὐτὸν δηλῶσαί μοι, τί χρὴ γενέσθαι· καὶ γὰρ οὐκ ἠνέσχοντο οἱ ἀπὸ τῆς κώμης μερίσασθαι τὸν σῖτον Φοιβάμμωνος.