Ancient Greek
P.Heid. 8 417
Documentary Papyri, P.Heid. 8 417
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ἑκκαιδεκάτου, ἐφʼ ἱερέως …τοῦ …Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν …ου ……Γλαύκωνα Ἀνδρονίκου Ἰουδαῖον ……διὰ τῆς ἐν Ἡρακλέους πόλει βασιλικῆς τραπέζης ἐν ἡμέραις πέντε …τὸν προειρημένον χαλκόν. ἐὰν δὲ μὴ παραδέχηται ἢ ἐπέλθηι Ἀρσάκης ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπʼ Ἰσίδωρον ἢ Θεόδοτον ἢ τοὺς παρʼ αὐτῶν ἢ ἐγκαλῶν ……καὶ προσαποτεισάτω Ἀρσάκης Ἰσιδώρωι ἡμιολίους τάς τε μυρίας ὀκτακοσίας δραχμὰς ἃς ἀπέχει καὶ τὸ βλάβος. μάρτυρες· Ἀγέλαος Ἀγελάου, …ης …νιου, Φιλώτας Φιλοξένου, οἱ τρεῖς Μακεδόνες, Πτολεμαῖος Ἀντιγόνου Πέρσης, Ζώπυρος …Θρᾶιξ, οἱ πέντε τῆς ἐπιγονῆς, Ἅρπαλος Θρᾶιξ τῶν Αὐτομέδοντος ἰδιώτης. ἔχω κυρίαν. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ἑκκαιδεκάτου, ἐφʼ ἱερέως …τοῦ …Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Δίας τῆς Μενύλλου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου …τῆς …,ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Ξανδικοῦ ἑνδεκάτηι, ἐν Ἡρακλέους πόλει. ὁμολογεῖ Ἀρσάκης Μακεδὼν τῶν Ἀντιμάχου ὀγδοηκοντάρουρος Ἰσιδώρωι Σωσίου Συρακοσίωι τῆς ἐπιγονῆς, ὑπηρέτηι Νικοστράτου πράκτορος ξενικῶν, ἀπέχειν παρὰ Θεοδότου τοῦ Ἴωνος Ἰουδαίου τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος δραχμὰς μυρίας ὀκτακοσίας τιμὴν πυρῶν ἀρταβῶν τριάκοντα ἕξ ,τὴν ἐγγύην ἣν ἐνεγυήσατο Θεόδοτος Γλαύκωνα Ἀνδρονίκου Ἰουδαῖον τῆς ἐπιγονῆς κατὰ συγγραφὴν ἧς συγγραφοφύλαξ Ν…κταῖος -πρὸς ἃς καὶ παραδοθεὶς ὑπʼ αὐτοῦ Θεόδοτος ἐξωμολογήσατο ὀφείλειν -καὶ συντεταχέναι αὐτῶι διέσθαι Θεόδοτον ἐκ τοῦ πρακτορείου καὶ οὐθὲν ἐγκαλεῖ Ἀρσάκης Ἰσιδώρωι οὐδὲ Θεοδότωι περὶ τοῦ χαλκοῦ τούτου οὗ ἀπέχει καὶ παραδεξάσθω Ἀρσάκης Θεοδότωι διαγραφὴν διὰ τῆς ἐν Ἡρακλέους πόλει βασιλικῆς τραπέζης ἐν ἡμέραις πέντε ,ἀφʼ ἧς ἂν αὐτῶι προείπηι Ἰσίδωρος ἢ αὐτὸς Θεόδοτος, ὁμολογῶν ἀπέχειν παρὰ Θεοδότου τὸν προειρημένον χαλκόν. ἐὰν δὲ μὴ παραδέχηται ἢ ἐπέλθηι Ἀρσάκης ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπʼ Ἰσίδωρον ἢ ἐπὶ Θεόδοτον ἢ τοὺς παρʼ αὐτῶν ἐγκαλῶν ἢ εἰσπράσσων περί τινος τῶν προγεγραμμένων παρευρέσει ἡιτινιοῦν ἥ τε ἔφοδος αὐτῶι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Ἀρσάκης Ἰσιδώρωι ἡμιολίους τάς τε μυρίας ὀκτακοσίας δραχμὰς ἃς ἀπέχει καὶ τὸ βλάβος. μάρτυρες· Ἀγέλαος Ἀγελάου, Π…α…ης …νιου, Φιλώτας Φιλοξένου, οἱ τρεῖς Μακεδόνες, Πτολεμαῖος Ἀντιγόνου Πέρσης, Ζώπυρος …Θρᾶιξ, οἱ πέντε τῆς ἐπιγονῆς, Ἅρπαλος Θρᾶιξ τῶν Αὐτομέδοντος ἰδιώτης. συγγραφοφύλαξ Ἀγέλαος. Ἀρσάκης ἀπέχω τὰς μυρίας ὀκτακοσίας δραχμὰς καθότι προγέγραπται καὶ δέδωκα κυρίαν Ἀγελάωι. ἔγραψεν περὶ αὐτοῦ Ῥόδων Ἀγαθοκλέους Μακεδὼν τῆς ἐπιγονῆς ἀξιώσαντος διὰ τὸ φάσκειν μὴ ἐπίστασθαι γράμματα. πρὸς Ἀρσάκην. ὁμολογία. …Ζωπύρου …Ἁρπάλου