Ancient Greek
P.Hels. 1 13
Documentary Papyri, P.Hels. 1 13
Not analysed yet
Διονυσίωι οἰκονόμωι παρὰ Θάσιτος τῆς Πετεήσιος. ἀπογράφομαι καὶ συντιμῶμαι εἰς τὸ ιθ ἔτος τὸ ὑπάρχον μοι βαλανεῖον ἐν κώμηι Τεχύμει χαλκοῦ ταλάντων τεσσάρων δραχμῶν χιλίων διακοσίων γίνονται τάλαντα δ δραχμαὶ Ασ ὧν τάξομαι τὴν τρίτην εἰς τὸ βασιλικὸν ὡς εἴθισται. ἐὰν οὖν φαίνηται συνχωρῆσαι ἐπὶ τούτοις. ἔτους ιθ Θῶυθ ιθ