Ancient Greek
P.Hels. 1 15
Documentary Papyri, P.Hels. 1 15
Not analysed yet
Διονυσίωι οἰκονόμωι παρὰ …τοῦ Νεχθενίβιος τοῦ Πεσόρεως καὶ ……τοῦ Πεσόρεως τῶν ἐκ κώμης Λινυ…ρέως. ἀπογραφόμεθα κατὰ τὸ πρόγραμμα εἰς τὸ ἐννεακαιδέκατον ἔτος τὸν ὑπάρχοντα ἡμῖν φοινικῶνα ἐν τῆι αὐτῆι Λινυ…· ὁμοίως καὶ ὁ αὐτὸς Νεχθενίβιος ἀπογράφομαι παράδεισον ἔρημον ἐν τῆι αὐτῆι κώμηι. ἀξιοῦμεν καταχωρίσαι ἡμῶν τὴν ἀπογραφὴν ἐν χρηματισμῶι. εὐτύχει ἔτους ιθ Θῶυθ ιζ