Ancient Greek
P.Hels. 1 20
Documentary Papyri, P.Hels. 1 20
Not analysed yet
…Διονυσίωι οἰκονόμωι παρὰ Καλλικράτου καὶ Ἀγαθοκλέους καὶ Δωροθέου καὶ τῶν ἀδελφῶν. ἀπογραφόμεθα καὶ συντιμώμεθα πρὸς σὲ εἰς τὸ αὐτὸ ἔτος τοὺς καρποὺς τοῦ ὑπάρχοντος ἡμῖν περιστερῶνος ἐν κώμηι Τνήει χαλκοῦ πρὸς ἀργύριον ταλάντων πέντε ὧν τὴν τρίτην ταξόμεθα ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἐν τῶι δέοντι καιρῶι. ἀξιοῦμεν ἐὰν φαίνηται κατατάξαι ἡμῶν τὴν ἀπογραφὴν παρὰ σοὶ ἐν χρηματισμῶι …