Ancient Greek
P.Hels. 1 36
Documentary Papyri, P.Hels. 1 36
Not analysed yet
ἐλήφθη ἔτους κγ Θῶυθ ιδ Ἀλεξάνδρωι οἰκονόμωι παρʼ Ἡρακλείδου τοῦ Ἡρακλείδου τοῦ ἐξειληφότος μετὰ μετόχων τὸ εἰσαγώγιον τοῦ οἴνου καὶ τὴν ἕκτην τῶν παραδείσων καὶ τὴν τρίτην τῶν βαλανείων· ἐπεὶ ὑποτίθεται ἐν διενγυήματι ὑπὲρ ἐμοῦ εἰς τὰς δηλουμένας ὠνὰς Τνεφερῶς Μαρρέους ἐπὶ ὑποθήκηι οἰκίας καὶ αὐλῆς ἐν ἧι σιτοβολὼν ἐν Ἡρακλέους πόλει πρὸς τάλαντα λ, ἀξιῶ γράψαι ὧι καθήκει ἐνενεγκεῖν σοι τὴν ἐγγύην. …