Ancient Greek
P.Herm. 21
Documentary Papyri, P.Herm. 21dupl
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ δ καὶ Κώνσταντος Αὐγούστου τὸ γ. Αὐρηλίῳ Δημέᾳ Δημέου πραιποσίτῳ ζ πάγου Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἁτρῆτος Πάμωνος μητρὸς Ἑλένης καὶ Παμούνιος Ὥρου μητρὸς Τναφερσόϊτος καὶ Ῥούφου Προοῦτος ὑπογράφοντος καὶ Πετοβάστιος Παθερμουθίου μητρὸς Λουσίας καὶ Λεῦτος Φέϋτος μητρὸς Τινουτίας καὶ Σνεοῦτος Ἀχιλλᾶτος μητρὸς Ῥίας τῶν πάντων ἀπὸ κώμης Βουσίρεως. ὁμολογοῦμεν ὀμνύντες τὴν θείαν τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι τοὺς ἐγγεγραμμένους δημοσίους προβληθέντας ὑπὸ τῶν ἀπὸ τῆς κώμης εἰς τὰς ἐγγεγραμμένας χρείας, οὓς καὶ παραστήσομεν παραμένοντας καὶ ἐξυπηρετουμένους τῇ ἐγχειρισθείσῃ ἑκάστῳ δημοσίᾳ χρείᾳ. ἐὰν δέ τις αὐτῶν λιποτακτήσῃ καὶ μὴ παραστήσομεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστησόμεθα ἢ ἔνοχοι εἴημεν τῷ ἁγίῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. εἰσὶ δέ· Σιλβανὸς Πετερεῦτος κώμαρχος, Λεῦς Ἠλία ἀπαιτητὴς ἀννώνης. ὑπατείας τῆς αὐτῆς Ἐπεὶφ κϛ. Αὐρήλιος Ῥοῦφος …ὀμώμοκα καὶ παραστήσω ὡς πρόκειται. οἱ ἄλλοι οἱ καὶ προκείμενοι ὀμώμεθα καὶ παραστήσομεν ὡς πρόκειται. …ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.