Ancient Greek
P.Herm. 4
Documentary Papyri, P.Herm. 4
Not analysed yet
Θεοφάνει ἀγαπητῶι ἀδελφῶι Ἰωάννης καὶ Λέων χαίρειν. ἀναγκαῖον ἡγησάμεθα προσαγορεῦσαί σε διὰ γραμμάτων, εὐχόμενοι ὑγιαίνοντί σοι καὶ ἐν πᾶσιν εὐθυμοῦντι δοθῆναι τὴν ἐπιστολήν· εὐχόμεθα δὲ καὶ ἐν τάχει σε ἀπολαβεῖν ὁλοκληροῦντα. ἀσπάζονταί σε πάντες οἱ σὺν ἡμῖν ἀδελφοὶ καὶ Διονύσιος ὁ ἀπὸ Ἀττίνου ὁ συντυχών σοι ἐν τῇ Ἀθρίβει. ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὐχόμεθα. Θεοφάνει ἀγαπητῶι ἀδελφῶι Ἰωάννης και Λέων.