Ancient Greek
P.Herm. 57
Documentary Papyri, P.Herm. 57
Not analysed yet
…ὧν ὑπὲρ ἐκφορίου ἀποτάκτου σίτου μὲν ἀρταβῶν ἓξ ἡμίσους ἀράκου δὲ ἀρταβῶν ἓξ ἡμίσους οὕσπερ συναγομένους φόρους μετρήσω ὑμῖν τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως ἐν γένεσι νέοις καθαροῖς κεκοσκινευμένοις μέτρῳ Ἀθηναίῳ ἐφʼ ἁλωνίῳ τῆς αὐτῆς κώμης τῶν δημοσίων παντοίων τε χωμάτων ὄντων πρὸς ὑμᾶς τὰς γεούχους. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαμενὼθ λ. Αὐρήλιος Μάνος Παησίου μεμίσθωμαι ὡς πρόκειται. Αύρήλιος Σιλβανὸς Κοπρέου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Σερήνου ἐγράφη.