Ancient Greek
P.Herm. 65
Documentary Papyri, P.Herm. 65
Not analysed yet
χμγ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους εἰκοστοῦ ἑβδόμου μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ ἐνδοξοτάτου ἔτους τρεισκαιδεκάτου Φαῶφι εἴκοσι πέντε …Αὐρήλιος Ἀνούφιος υἱὸς Βάνου μητρὸς Δώρας γεωργὸς ἀπὸ κώμης Ποαμποιμήνεως τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Βαθύλλῳ …ν… καὶ ἰλλουστρίῳ υἱῷ τοῦ θεοφιλεστάτου Ἀββᾶ Ἀδ… διὰ τοῦ θαυμασιωτάτου Ἰωάννου ὑμετέρου προνοητοῦ χαίρειν. ὁμολογῶ ὀφείλειν καὶ χρεωστεῖν ὑπὲρ …δ… ἐκφορίων καρπῶν …τοῦτʼ ἔστιν· ἀπὸ τῆς ἐνάτης ἰνδικτίονος τ… χρυσοῦ νομισματίων πέντε παρὰ κεράτια δέκα ὀκτὼ ζυγῷ δημοσίῳ τῆς μεγάλης καὶ λαμπροτάτης Ἑρμουπόλεως, γίνεται χρυσοῦ νομισμάτια ε παρὰ κεράτια ιη ἅπερ σοι ἀποδώσω …ἄνευ πάσης ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης, καὶ ὑπὲρ πίστεως καὶ ἀσφαλείας τῆς τούτων ἀποδόσεως ἐντεῦθεν ἤδη ὑποτίθημί σοι …ἅπαντα τὰ ὑπάρχοντά μοι καὶ ὑπάρξοντα πράγματα κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα …καὶ σώματα …χον …ετια… …υἱοῦ Βάνου γεωργοῦ ἀπὸ κώμης Ποαμποιμήνεως τοῦ Ἑρμουπολίτου …