Ancient Greek
P.Herm. 69
Documentary Papyri, P.Herm. 69
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου τὸ η καὶ Θεοδοσίου τὸ γ τῶν αἰωνίων Αὐγούστων, Παχὼν ι. Φλαουίῳ Ἑρμαίωνι τῷ λαμπροτάτῳ ἀπὸ δηφηνσόρων ἐπικειμένῳ τῇ κρηπῖδι περὶ Κλεοπάτραν παρὰ Αὐρηλίου Σύρου Ἀντᾶτος μητρὸς Ταβώνιος ὡς ἐτῶν νε οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς ἀρχιποταμίτου καταμένοντος ἐν Ἑρμουπόλει τῇ μεγάλῃ. ὁμολογῶ πεπληρῶσθαι παρὰ σοῦ τῶν μισθῶν ναυβίων χιλίων πεντήκοντα πέντε ἥμισυ ἕως Παχὼν δεκάτης ὀγδόης ἰνδικτίονος ἐπι… αν Ἀβανῖν εἰς τὴν αὐτὴν κρηπῖδα, καὶ πρὸς ἀσφάλειάν σου ἐξεδόμην σοι ταύτην τὴν ὁμολογίαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σῦρος Ἀντᾶτος ὁ προκείμενος ποταμίτης ἐξέδωκα τὴν ὁμολογίαν πληρωθεὶς τῶν μισθῶν τῶν προκειμένων ναυβίων χιλίων πεντήκοντα πέντε 𐅵ὡς πρόκειται. Αὐρήλιος …ἀδελφὸς Βησαρίωνος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος καὶ διʼ ἐμοῦ …α… ἐγράφη. ὁμολογία Σύρου ἀρχιποταμίτου …τῶν μισθῶν ναυβίων, Ανε 𐅵ἕως Παχὼν ι ἰνδικτίονος.