Ancient Greek
P.Herm. 79
Documentary Papyri, P.Herm. 79
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαουίου Ἰωάννου τοῦ λαμπροτάτου, Τῦβι ιη, η ἰνδικτίονος. Φλάουιος Θεοδόσιος Κύρου ἀναφερόμενος εἰς τὸν ἀριθμὸν τῶν γενναιοτάτων Μαύρων τῶν ἐπὶ τῆς Ἑρμουπολιτῶν καθιδρυμένων Φλαουίῳ Ἑρμίνῳ Ἀσκληπιάδου …μαθιου τῷ καθωσιωμένῳ ὀπτίονι κριθαχύρου τοῦ αὐτοῦ ἀριθμοῦ. ὁμολογῶ ἀπειληφέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς μηνιαίας ἀννώνης τοῦ ἑξαμηνιαίου χρόνου, τοῦτʼ ἔστιν Φαμενὼθ Φαρμοῦθι Παχὼν Παῦνι τῆς ὀγδόης ἰνδικτίονος, Ἐπεὶφ Μεσορὴ τῆς ἐνάτης ἰνδικτίωνος κάπιτα …καὶ περὶ τούτου μηδένα λόγον …τῆς μηνιαίας ἀννώνης τοῦ ἑξαμηνιαίου χρόνου ἀπειληφέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ κάπιτα …καὶ πρὸς τὴν σὴν ἀσφάλειαν πεποίημαι τὴν ……ε…ε…