Ancient Greek
P.Hib. 1 102
Documentary Papyri, P.Hib. 1 102
Not analysed yet
…Κυρηναῖος τῶν Ζωίλου ἰδιώτης Εὐκάρπωι ἰατρῶι χαίρειν. τέτακται σοὶ ἀποδώσειν ὀλυρῶν ἀρτάβας ι ἢ δραχμὰς τέσσαρας τὸ ἰατρικὸν τοῦ λη ἔτους, ταύτας δέ σοι ἀποδώσω ἐν μηνὶ Δαισίωι· ἐὰν δέ σοι μὴ ἀποδῶ ἀποτείσω σοι τιμὴν τῆς ἀρτάβης ἑκάστης δραχμὰς β. ἔρρωσο. …ἔτους λζ Παῦνι ϛ. …Κυρηναῖος τῶν Ζωίλου ἰδιώτης Εὐκάρπωι ἰατρῶι χαίρειν. τέτακται σοὶ ἀποδώσειν ὀλυρῶν ἀρτάβας δέκα ἢ δραχμὰς τέσσαρας τὸ ἰατρικὸν τοῦ λη ἔτους, ταύτας δέ σοι ἀποδώσω ἐν μηνὶ Δαισίωι· ἐὰν δέ σοι μὴ ἀποδῶ ἀποτείσω σοι τιμὴν τῆς ἀρτάβης ἑκάστης δραχμὰς β. ἔρρωσο. ἔτους λζ Παῦνι ϛ. ἐχρήσατο παρὰ …απαυτος.