Ancient Greek
110.3.44 to 110.3.105
Documentary Papyri, P.Hib. 1 110.3.44-105
Not analysed yet
ἄλλας ἔχει ἔτους ιγ ἐφʼ ἱερέως νεα …τοῦ …οκλέους μηνὸς Λωίου ἃς ἔδωκεν Ἀπολλωνίωι δραχμὰς ξ τόκου τὸν μῆνα δραχμῶν δ. …ἄλλας τοῦ αὐτοῦ ἔτους μηνὸς Ὑπερβερεταίου εἶχεν δραχμὰς ξ ἃς κατέβαλεν Ἀπολλωνίωι τῶι φυλακίτηι τόκου τὸν μῆνα δραχμῶν ε. κυλιστοὶ ϛ, ὧν βασιλεῖ γ καὶ ἐπιστολήν, Θευγένι χρηματαγωγῶι …,Ἀπολλωνίωι διοικητῆι …αϛ. …ν… Ἀλεξάνδρωι ϛ, τούτων βασιλεῖ Πτολεμαίωι κυλιστὸς α, Ἀπολλωνίωι διοικητῆι κυλιστὸς α, ἐπιστολαὶ δύο πρὸς τῶι κυλιστῶι προσδέδενται, Ἀντιόχωι Κρητὶ κυλιστὸς α, Μηνοδώρωι κυλιστὸς α, Χελ…ω…αι ἐν ἄλλωι κυλιστὸς α, Ἀλέξανδρος δὲ παρέδωκεν Νικοδήμωι. ιζ. ὥρας ἑωθινῆς παρέδωκεν Φοῖνιξ Ἡρακλείτου ὁ νεώτερος Μακεδὼν ἑκατοντάρουρος Ἀμίνονι κυλιστὸν α καὶ τὸ ἄξιον Φανίαι, Ἀμίνων δὲ παρέδωκεν Θευχρήστωι. ιη. ὥρας πρώτης παρέδωκεν Θευχρηστος ἄνωθεν Δινίαι κυλιστοὺς γ, ὧν βασιλεῖ Πτολεμαίωι κυλιστοὶ β, Ἀπολλωνίωι διοικητῆι κυλιστὸς α, Δινίας δὲ παρέδωκεν Ἱππολύτωι. ιη. παρέδωκεν ὥρας ϛ Φοῖνιξ Ἡρακλείτου ὁ πρεσβύτερος Μακεδὼν ἑκατοντάρουρος Ἡρακλεοπολίτου τῶν πρώτων Εσοπ… κυλιστὸν α Φανίαι, Ἀμίνων δὲ παρέδωκε Τιμοκράτηι. ιθ. ὥρας ια παρέδωκε Νικόδημος κάτωθεν Ἀλεξάνδρωι κυλιστοὺς …,παρὰ βασιλέως Πτολεμαίου Ἀντιόχωι εἰς Ἡρακλεοπολίτην κυλιστὸν α, Δημητρίωι τῶι πρὸς τῆι χορηγίαι τῶν ἐλεφάντων εἰς τὴν Θηβαίδα κυλιστὸν α, Ἱπποτέληι τῶι παρʼ Ἀντιόχου καταλελιμμένωι ἐν Ἀπόλλωνος πόλει τῆι μεγάληι κυλιστὸν α παρὰ βασιλέως Πτολεμαίου Θευγένηι χρηματαγωγῶι κυλιστὸν α, Ἡρακλεοδώρωι εἰς τὴν Θηβαίδα κυλιστὸν α, Ζωίλωι τραπεζίτηι Ἑρμοπολίτου κυλιστὸν α, Διονυσίωι οἰκονόμωι εἰς τὸν Ἀρσινοίτην κυλιστὸν α, …κ. ὥρας …παρέδωκεν Λυκοκλῆς Ἀμίνονι κυλιστοὺς γ, ὧν βασιλεῖ Πτολεμαίωι …τῶν ἐλεφάντων τῶν κατὰ Θα…σσου κυλιστὸς α, Ἀπολλωνίωι διοικητῆι κυλιστὸς α, Ἑρμίππωι τῶι ἀπὸ τοῦ πληρώματος κυλιστὸς α, Ἀμίνων δὲ παρέδωκεν Ἱππολύτωι. κα. ὥρας ϛ παρέδωκεν …εναλε… κατώθεν Φανίαι ἐπιστολὰς δύο …,Ὧρος δὲ παρέδωκεν Διονυσίωι …κβ. ὥρας πρώτης παρέδωκεν Α…ων Δινίαι κυλιστοὺς ιϛ, ὧν βασιλεῖ Πτολεμαίωι κυλιστοὶ …παρὰ τῶν ἐλεφάντων τῶν κατὰ Θα… σσου, Ἀπολλωνίωι διοικητῆι κυλιστοὶ δ …,Ἀντιόχωι Κρητὶ κυλιστοὶ δ, Δινίας δὲ παρέδωκεν Νικοδήμωι.