Ancient Greek
P.Hib. 1 168 descr.
Documentary Papyri, P.Hib. 1 168
Not analysed yet
Δημοφῶν Πτολεμαίωι χαίρειν. Ἁρμιῦσιν …νέμοντα τὰ Καρνεάδου τοῦ λογευτοῦ πρόβατα ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολὴν ἀπόστειλον εἰς Ὀξυρύγχων πόλιν μετὰ φυλακῆς. συντέταχεν γὰρ Ἀμμώνιος ὁ οἰκονόμος διὰ τὸ …τινα αὐτῶι …καὶ τοῦτο ὅπως μὴ παρέργως ἔσται, ἀλλὰ ἅμα ἡμέραι πάρεχε αὐτόν. ἔρρωσο. …