Ancient Greek
P.Hib. 1 43
Documentary Papyri, P.Hib. 1 43
Not analysed yet
Καλλικλῆς Ἁριμούθηι χαίρειν. σύνταξον μετρῆσαι τὸ σήσαμον τὸ ἐν Πέλαι Πρωτομάχωι καὶ τῶι σιτολόγωι, οὐ γὰρ ἔστιν ἐν τῆι πόλει σήσαμον. ἵνα οὖν μηθὲν ὑστερῆι τὰ ἐλαιουργεῖα φρόντισον ἵνα μὴ αἰτίας ἔχῃς καὶ τοὺς ἐλαιουργοὺς ἀπόστειλόν μοι. ἔρρωσο. ἔτους κδ Ἐπεὶφ κ. ἔτους κδ Ἐπεὶφ κ, παρὰ Καλλικλέους περὶ σησάμου ὥστε Πρωτομάχωι. Ἁριμούθηι