Ancient Greek
P.Hib. 1 46
Documentary Papyri, P.Hib. 1 46
Not analysed yet
Λεωδάμας Λυσιμάχωι χαίρειν. ὅ τι ἂν πρῶτον λογεύσῃς δὸς Κράτητι τὸ λοιπὸν τοῦ ναύλου δραχμὰς οε ὑπολογήσας δραχμὰς δ, καὶ σύμβολον ποίησαι ἀπέχοντα αὐτὸν τὰς οε πλήρεις. καὶ τοὺς λοιποὺς οὐκ εἰσπράσσεις ἀλλὰ ῥαθυμεῖτε. ἔδει δὲ πάλαι τὰ ἐνέχυρα αὐτῶν ὧδε εἶναι καὶ πεπρᾶσθαι. ἔτι οὖν καὶ νῦν ἢ τὸ ἀργύριον εἰσάγετε ἢ τὰ ἐνέχυρα αὐτῶν ἀποστέλλετε ὅπως πραθῇ. ἔρρωσο. ἔτους κη Παῶπι κ. Λυσιμάχωι