Ancient Greek
P.Hib. 1 48
Documentary Papyri, P.Hib. 1 48
Not analysed yet
Λεωδάμας Λυσιμάχωι χαίρειν. τὰ σπέρματα τῶν διηγγυημένων κλήρων τίνι γράψας ἔδωκας; οὐ γὰρ εὑρίσκω ἐν τοῖς βυβλίοις. πάλιν οὖν γράψας αὐτῶν τὰ σπέρματα ἀπόστειλόν μοι ἤδη, καὶ δὸς τῶι παρʼ Ἀντιπάτρου, ἐὰν δὲ μὴ καταλαμβάνῃς ἄλλωι δὸς ἵνα μὴ ἐπικωλύωμαι τὸν λόγον συνθεῖναι. καὶ ὡσαύτως μετρη… ἔρρωσο. ἔτους λ Μεσορὴ κη.