Ancient Greek
P.Hib. 1 54
Documentary Papyri, P.Hib. 1 54
Not analysed yet
Δημοφῶν Πτολεμαίωι χαίρειν. ἀπόστειλον ἡμῖν ἐκ παντὸς τρόπου τὸν αὐλητὴν Πετωῦν ἔχοντα τούς τε Φρυγίους αὐλοὺς καὶ τοὺς λοιπούς, καὶ ἐάν τι δέηι ἀναλῶσαι δός, παρὰ δὲ ἡμῶν κομιεῖ. ἀπόστειλον δὲ ἡμῖν καὶ Ζηνόβιον τὸν μαλακὸν ἔχοντα τύμπανον καὶ κύμβαλα καὶ κρόταλα, χρεία γάρ ἐστι ταῖς γυναιξὶν πρὸς τὴν θυσίαν· ἐχέτω δὲ καὶ ἱματισμὸν ὡς ἀστειότατον. κόμισαι δὲ καὶ τὸν ἔριφον παρὰ Ἀριστίωνος καὶ πέμψον ἡμῖν. καὶ τὸ σῶμα δὲ εἰ συνείληφας παράδος Σεμφθεῖ ὅπως αὐτὸ διακομίσηι ἡμῖν. ἀπόστειλον δὲ ἡμῖν καὶ τύρους ὅσους ἂν δύνηι καὶ κέραμον καινὸν καὶ λάχανα παντοδαπὰ καὶ ἐὰν ὄψον τι ἔχῃς. ἔρρωσο. ἐμβαλοῦ δὲ αὐτὰ καὶ φυλακίτας οἳ συνδιακομιοῦσιν τὸ πλοῖον. Πτολεμαίωι.