Ancient Greek
P.Hib. 1 59
Documentary Papyri, P.Hib. 1 59
Not analysed yet
Ζηνόδωρος Πτολεμαίωι χαίρειν. ὡς ἂν λάβῃς τὴν ἐπιστολὴν ἀπόστειλον πρὸς ἡμᾶς μετὰ φυλακῆς τὴν παραδοθεῖσάν σοι ἔχουσαν τὸ κλόπιμον ἔλαιον καὶ τὸν παραδόντα σοι ἀπόστειλον· καὶ εἰ μὴ παύσει κακοποιῶν ἐν τῆι κώμηι μεταμελήσει σοι. ἔρρωσο. ἔτους …Ἐπεὶφ ι. Πτολεμαίωι.