Ancient Greek
P.Hib. 1 78
Documentary Papyri, P.Hib. 1 78
Not analysed yet
Νικίας Ἀργαίωι χαίρειν. πλεονάκις μου γεγραφηκότος σοι περὶ Ζωίλου καὶ Πραξιμάχου ὅταν λειτουργία προσπέσηι ἀπολύειν αὐτοὺς καὶ οὐδέποτε ὑπακήκοας ἡμῶν. ἔτι οὖν καὶ νῦν ἐπιμελές σοι ἔστω ἀπολύειν αὐτοὺς τῆς νῦν εἰς Ἀλαβάστρων πόλιν λειτουργίας διὰ τὸ μὴ ἐκπεσεῖν αὐτοῖς τὸ νῦν λειτουργῆσαι, καὶ ἐὰν ἐκ τοῦ Ὀξυρυγχίτου ἐπιλέγωνται Ζωίλον ἀπολύσας ἐὰν δὲ ἐκ τοῦ Κωίτου Πραξίμαχον· ἐὰν δὲ μὴ δυνατὸς ᾖς ἀπολῦσαι γράψον μοι καὶ ὅπως μὴ λήμψει τὴν γραφὴν παρὰ Δωρίωνος ἄνευ ἐμοῦ ἵνα διʼ ἐμοῦ τὸ παράγγελμα τοῖς ἀνθρώποις δοθῆι. ἔρρωσο. ἔτους δ …ἔτους δ, περὶ Ζωίλου.