Ancient Greek
P.Hib. 1 85
Documentary Papyri, P.Hib. 1 85dupl
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους κδ ἐφʼ ἱερέως Ἀριστονίκου τοῦ Περιλάου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Χαρέας τῆς Ἀπίου μηνὸς Μεσορή. ἔχει Πᾶσις Τ…απιος ἱερεὺς …παρὰ Πάριτος Σισυβαίου τοῦ παρὰ Ἁριμούθου τοῦ νομάρχου ἐκ τῆς κάτω τοπαρχίας τὸ γραφὲν λῆμμα καὶ ἀνάλωμα σπέρμα εἰς τὸ κε ἔτος εἰς τὸν Φιλοξένου κλῆρον βασιλικὸν τῶν Τελέστου πυρῶν μ, κριθῶν λη γ αἳ πυρῶν κγ, ὀλυρῶν ξζ ἥμισυ αἳ πυρῶν κζ, τοῦ παντὸς εἰς πυρῶν ἀρτάβας ϙ, σῖτον καθαρὸν ἄδολον ἀπὸ πάντων μετρήσει δικαίαι μέτρωι τῶι ἐννεακαιεικοσιχοινίκωι τῶι πρὸς τὸ χαλκοῦν. ἀπομετρησάτω δὲ Πᾶσις εἰς τὰ βασιλικὰ ἀποδόχια τοῦ κε ἔτους τὰ ἐκφόρια τῆς γῆς εἰς ἣν εἴληφεν τὸ σπέρμα κατὰ τὴν μίσθωσιν ἐκ πλήρους μηθένα ὑπόλογον ποιούμενος ἀβρόχου, καὶ τὸ σπέρμα ὃ εἴληφεν πρότερον τῶν ἐκφορίων ἐκ νέων. …