Ancient Greek
P.Hib. 1 88
Documentary Papyri, P.Hib. 1 88
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους τρίτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Κινέου τοῦ Ἀλκέτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου …τῆς Πολεμοκράτους μηνὸς Λωίου …ἐν Φεβίχι τοῦ Κωίτου. ἐδάνεισεν Σώστρατος Νι…αίωι τῶν Ζωίλου …ἀτόκους ἅμα τῆι συγγραφῆι σφραγιζομένηι ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα ,τοὺς μὲν τόκους διδράχμους τῆς μνᾶς ἑκάστου μηνὸς τοῦ ὑπερπεσόντος χρόνου ἀποτεισάτω κατὰ μῆνα ἕκαστον τὸ δὲ δάνειον τοῦτο ἀποδότω Θευ… Σωστράτωι ἐν ἡμέραις δέκα ἀφʼ ἧς ἂν προείπηι σώστρατος, ἐὰν δὲ μὴ ἀποδῶι ἀποτεισάτω ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Σωστράτωι ἐκ τῶν Θευ… ὑπαρχόντων …πράσσοντι κατὰ τὸ διάγραμμα …