Ancient Greek
P.Hib. 1 91
Documentary Papyri, P.Hib. 1 91
Not analysed yet
……Εὐπόλει …ἄδολον μετρήσει δικαίαι κ… …ἀποδώσει Κλεοπάτρα Εὐπόλει ……σας καρποὺς εἰς τὸ ……μο…ν…ε…ν καθʼ ἃ μεμίσθωκεν. ἐὰν δὲ μὴ βεβαιώσηι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Κλεοπάτρα Εὐπόλει ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται. ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται ἀποδότω Κλεοπάτρα Εὐπόλει τὰς τριάκοντα ἀρτάβας τῶν πυρῶν, ἐὰν δὲ μὴ ἀποδῶι ἀποτεισάτω τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν ἀργυρίου δραχμὰς …,καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Κλεοπάτρας πράσσοντι κατὰ τό διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία οὗ ἂν ἐπιφέρηται. μάρτυρες Πολύαινος Κυρηναῖος ἰδιώτης, Θ… δεκανικός, οἱ δύο τῶν Ζωίλου, Διοκλῆς Ἱππολύσου …Ἀπολλωνίου Ἑσπερίτης, Νικάνωρ Εὐαγόρου Βαρκαῖος τῆς ἐπιγονῆς …ατ…α…τωνα…πεως Αρ… βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τέταρτου ἐφʼ ἱερέως …