Ancient Greek
P.Hib. 2 200
Documentary Papyri, P.Hib. 2 200
Not analysed yet
……ὡς ἐτῶν λ… …Θεοφιλ …ἐπιπορευομένου μου καὶ ἄλλων τινῶν τὴν πλατεῖαν καὶ γενομένου …Θαλίαρχος ὃς καὶ Πάτρων καλεῖται ἐργάζεται πρὸς κναφικῆι ἐξ εκ… πλατείας ἐκ τοῦ πρὸς λίβα μέρους ἐχόμενον τυγχάνηι …προσέστημεν καὶ ἑώρων Χρυσίδα καὶ ἄλλους πολλοὺς ἔνδον καθημένους. Ἀθηναὶς δὲ ἔτυχε γὰρ ἡ Χρυσὶς ἀπωτέρω καθημένη, ἐλοιδόρει Χρυσίδα ἧι καὶ μαρτυρῶ. Χρυσίδος δὲ γελώσης ἑώρων Ἀθηναίδα ἀναπηδήσασαν ἐξ οὗ ἐκάθητο τόπου καὶ προσελθοῦσαν …ωτιζ…τους …ἀριστερᾶι ἄλλην πλατείαις εἰς τὸ Χρυσίδος πρόσωπον καὶ ἐπιλαβομένην τῶν …καὶ ὃν ἐνεδεδύκη χιτῶνα λινοῦν ἐπιλαβομένη διέρρηξεν. εἶτα καὶ τοὺς παρόντας ……ῆσαι εἰς τὰς πλευράς. ταῦτα δὲ ἔπραξεν ……εἶτα ἐμέ τε καὶ τοὺς παρόντας ἐπεμαρτύρετο ταῦτα …