Ancient Greek
P.Hib. 2 204
Documentary Papyri, P.Hib. 2 204
Not analysed yet
…ιον… ὁ παραλαβὼν ἱκαν…ν …ν κριτῶν ἢ τῶν …π… οὐδὲν μετα… …πραγμάτων ἀλλὰ συγκαταστήσεσθαι …τῶι παραλαμβάνοντί με ἐὰν μὴ συνβάντος τινὸς …πείσω τοὺς παραλαβόντας ἀφεῖναί με τῆς συνη…δέσμης διὰ τῶν ἰδίων πάσηι προθυμίαι, καὶ οὐδὲ κομιεῖσθαι κατʼ ἐμαυτὸν οὐδʼ ἐργολαβήσειν πράγματα ἐὰν μή σοι φαίνηται εἶναι δίκαια, καὶ οὔτε δῶρα λήψεσθαι παρευρέσει οὐδεμιᾶι ἐπὶ βλάβη τῶν πραγμάτων εἰς ἃ παρείλημμαι, οὐδὲ χάριτος ἕνεκεν οὐδʼ ἔχθρας βλάψειν τὸν παραλαβόντα με ἐν τοῖς πράγμασι πρὸς ἃ παρείλημμαι. εὐορκοῦντι μέν μοι πολλὰ καὶ ἀγαθὰ γίνοιτο, ἐπιορκοῦντι δὲ τὰ ἐναντία.