Ancient Greek
P.Hib. 2 209
Documentary Papyri, P.Hib. 2 209
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους τρίτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Κινέου τοῦ Ἀλκέτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου …ευ… τῆς Πολεμοκράτους μηνὸς Δαισίου ἐν Φεβίχι τοῦ Κωίτου. ὁμολογεῖ Λυσικράτης …μαιεὺς τῶν Ζωίλου δεκανικὸς ἀπέχειν παρὰ Δημητρίου Πτολεμαίου Μ…ς τῆς ἐπιγονῆς τὰ ἐκφόρια τοῦ ἰδίου κλήρου τὰ σπαρέντα ἐν τῶι ἑνὶ καὶ εἰκοστῶι ἔτει εἰς τὸ δεύτερον καὶ εἰκοστὸν ἔτος πάντα ὀλυρῶν ἀρτάβας ἑπτακοσίας πεντήκοντα καὶ τὸν χόρτον ……ον κατὰ τὴν συγγραφὴν τὴν ἐκδοθεῖσαν ……ἐν Ἡρακλέους πόλει …