Ancient Greek
P.Hib. 2 216
Documentary Papyri, P.Hib. 2 216
Not analysed yet
…Ἀπολλωνίωι τῶι καὶ Χαιρήμονι βασιλικῷ γραμματεῖ διαδεχομένωι καὶ τὴν στρατηγίαν Πλῆνις Πλήνιος ἀπὸ Ἑρμοῦ πόλεως καὶ Διόσκορος Ἀμμωναρίου Ἀντινοεὺς ναύκληροι πλοίων …ἀγωγῆς ἀρταβῶν Ευν. ὀμνύομεν τὴν τῶν κυρίων Αὐτοκρατόρων Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν Μεγίστων Εὐτυχῶν Σεβαστῶν τύχην …κέναι τὰ προκείμενα πλοῖα εἰς διέρασιν τοῦ δημοσίου πυροῦ καταγομένου …εἰς τὸν ἐν τῇ Νέᾳ Πόλει χειρισμὸν τῇ ὀγδόῃ τοῦ ὄντος μηνὸς Τῦβι. ἔτους εἰκοστοῦ Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου καὶ Πουβλίου …Σεβαστοῦ Τῦβι η Διόσκορος Ἀμμωναρίου καὶ Πλῆνις Πλήνιος ὀμωμόκαμεν καὶ …ὡς πρόκειται.