Ancient Greek
P.Hoogendijk 37
Documentary Papyri, P.Hoogendijk 37
Not analysed yet
Φλαουίῳ Πέτρῳ προκουράτορι τοῦ μεγαλοπρεπεστάτου και ἀνδρειοτάτου κόμιτος τοῦ Αἰγυπτιακοῦ λιμίτου Θεοδότου χαίρειν καταβέβληκας ἐπὶ ἐμὲ ὑπὲρ τιμῆς ἱερείου ἐρήμου καλουμένου Ἄμμωνος κειμένου ἐν Ἑρμου πόλει τῆς Θηβαίων ἐπαρχίας διαπραθέντος σοι κατὰ τὸν θεῖον νόμον σῳζομένου τοῦ κανόνος παρὰ τοῦ λαμπροτάτου καὶ περιβλέπτου τριβούνου νοταρίου Καπετωλείνου χρυσίου ἐν ὀβρύζῃ νομισματίου ἥμισυ νομισματίου 𐅵μόνον· καὶ εἰς ἀσφάλειαν τοῦ αὐτοῦ μεγαλοπρεπεστάτου ἀνδρὸς ταύτην πεποίημαι τὴν ἀπόδειξιν. Φλαούιος Δωσίθεος πολιτευόμενος καὶ ὑποδέκτης λαργιτιωναλικῶν καὶ δεσποτικῶν προσόδων ὑπεδεξάμην τὸ προγεγραμμένον νομισματίου τὸ ἥμισυ νομισματίου 𐅵μόνον ὡς πρόκειται.