Ancient Greek
P.Horak 24
Documentary Papyri, P.Horak 24
Not analysed yet
Παλᾶς Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. Ἃ εὗρον ἐν ἑτοίμῳ κτήνη ε ναυλώσιμα ταῦτα διεπεμψάμην σοι διὰ τῶν ξυλοφυλάκων ὅπως γεμίσης αὐτὰ οἴνου ἐκ τῶν ἀπολυθέντων μοι ὑπὸ Ἰσχυρίωνος τὸ ἥμισυ ἐν μονοχώροις καὶ τὸ ἥμισυ ἐν διχωροις· ἀλλὰ ἀπὸ ὀσμῆς σὺ αὐτὸς χορήγησον ὡς εἰδὼς ὅτι ἐὰν φαῦλα ἐν αὐτοῖς εὑρέθη μοι —ἣ ἄλλο τι φαῦλον, ἀποπέμπεταί σοι· ἀπὸ δὲ τῆς γ ληνοῦ τὰ δίχωρα πέμψεις κἄν ἔχης καὶ μονόχωρα· ἐγὼ γὰρ σχολὴν οὐκ ἔσχον πρὸς σὲ ἐλθεῖν διὰ τὰ γραφέντα τῶν παρʼ ἐμοὶ ἁλιέων. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ἔτους ε Φαμενωθ θ