Ancient Greek
P.Iand. 2 11
Documentary Papyri, P.Iand. 2 11
Not analysed yet
……κ…ρα…α …ει…ης· ἐλπίζω γὰρ εἰς θεὸν ὅτι παρακληθῆναι βούλεται ὁ κύριός μου ὁ Ἐπίμαχος καὶ τάχα παραχωρεῖ τὴν συνωνὴν καθʼ ἕκαστ …εἰσερχομένου τῷ κυρίῳ μου Εὐδαίμωνι· ὀχλεῖ μοι δῆλα ὁ Τρωίλος· διʼ ὃ τὴν …αν τάχιον ἀπόστειλον αὐτῷ, ἵνα μὴ οὕτως ὀχληθῶ· …ἀπέστειλα ἐν εἴδεσιν τοῖς φίλοις τὴν τιμήν· δέξαι καὶ ἅμα …τοῖς φίλοις ἀπόστειλον· καιρὸς γάρ ἐστιν τοῦ ἐπεῖξαι, μὴ ἀκούσω …ὅτι ἀπρέπειά ἐστιν καὶ οὐκ ἔνι. κόμισον δὲ ἓν στυλάριον διὰ τοῦ …σο…ν…η τῷ κυρίῳ μου ἀδελφῷ Πέτρῳ· τὰ δὲ ἄλλα τῶν …ἐν τάχει· οἶδεν γὰρ ὁ θεὸς ὅτι ἐπὶ …ραυσω αὐτά· κόμισον δὲ διὰ τοῦ αὐτοῦ …τῷ κυρίῳ μου ἀδελφῷ Δημητρίῳ μίαν λίτραν …ἀπόστειλον ἐν τάχει· μέντοιγε ὀλίγον …ενον εἰδῶν τοῖς φίλοις μὴ …αὐτῶν ἵνα μετὰ τῶν ἄλλων ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου ἄδελφε.