Ancient Greek
P.Iand. 2 17
Documentary Papyri, P.Iand. 2 17
Not analysed yet
κυρίῳ μου τιμιωτάτῳ ἀδελφῷ Θαλασείῳ Δωρόθεος. θέλησον ἐπιζητῆσαι ἐν Ὀξυρύνχῳ ἐν τῷ ἀπαντητηρίῳ Δίδυμον τὸν πελλοδόχον καὶ δέξασθαι παρʼ αὐτοῦ τὸ σύνθεμα, ὅπερ ἐληθάργησα πάλαι, καὶ τὸ ἐριογλαῦσιν, ὅπερ αὐτῷ παρέσχον ἵνα αὐτὸ βάψῃ, καὶ δοῦναι αὐτῷ κεράτιον α ὑπὲρ τῆς βαφῆς μισθόν· καὶ εἰ μὲν ἐδέξατο ὁ ἀδελφὸς Ἀναστάσιος τὸ σύνθεμα, ἐπιζητῆσαι αὐτὸν …ε…. κυρίῳ μου ἀδελφῷ Θαλασείῳ