Ancient Greek
P.Iand. 2 8
Documentary Papyri, P.Iand. 2 8
Not analysed yet
Ἰσχυρίων Ἀντωνίνωι τῶι τιμιωτάτωι χαίρειν. διεπεμψάμην σοι διὰ Ἡρακλείδου, τοῦ ἀδελφοῦ Χαιρήμονος τοῦ ἐν Βακχιάδι πρότερον γραμματέως, τοῦ Μοιθυμείτου ἀπὸ τοῦ οἴνου Κνίδια τρία · διάπεμψαι οὖν εἰς τὴν Μοιθῦμιν τὸν δυνάμενον παρʼ αὐτοῦ λαβεῖν· οὐ γὰρ ἐδυνήθη Δαμέας λαβεῖν τῷ μὴ ἔχειν ὄνον. καὶ τὰ λοιπὰ καὶ τὰ γάρια, ἐὰν ὄνον εὕρω, διαπέμψομαι διὰ τοῦ ὀνολάτου ἀμερίμνως. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε, εὐτυχοῦντα πανοικεί. Ἀντωνίνωι παρὰ Ἰσχυρίωνος.