Ancient Greek
P.Iand. 3 27
Documentary Papyri, P.Iand. 3 27
Not analysed yet
Κλαυδίῳ …στρατηγῷ Ἀρσινοίτου Θεμίστου μερίδος παρὰ Ὀννώφρεως καὶ …ου ἀμφοτέρων Μάρωνος τῶν ἀπὸ κώμης Θεαδελφείας ἀμφοτέρων οὐσιακῶν γεωργῶν. τῷ ἐνεστῶτι δ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἐκληρώθημεν εἰς γεωργίαν ἀπὸ τῶν περὶ Εὐημέρειαν τῆς πρώτης σφραγῖδος ἄρουρας μγ, ἀπὸ δὲ τῶν προσαναγραφομένων τῇ γεωργουμένῃ σφραγῖδι ἀσπόρου ἀποκαλυφείσας ὡσαύτως ἄρουρας η γεωργούντων ἡμῶν κατὰ τὸ ἀναγκασθῆναι προσαναγράφεσθαι …δ… σφραγῖδος, ταῖς ὅλαις ἀρούραις να ὡς πρόκειται, ὕστερον δὲ μεθʼ ἣν ἐποιησάμεθα κατασπορὰν Λυσᾶς τις Ἀπολλωνίου προσελθὼν ταῖς σημαινομέναις ἀρούραις η ὡς ἀγεωργήτοις οὔσαις ὑπέστη αὐτῶν ἐκφόρια τελέσειν ἀνὰ κριθῆς ἀρτάβας β, ἄλλας δὲ ἄρουρας ιβ ἀποκαλυφείσης χέρσου αἰγιαλοῦ κατεργασάμενοι καὶ κατασπείραντες ἐν τῷ δέοντι καιρῶι ὁ αὐτὸς Λυσᾶς κατʼ ἐπήρειαν προσελθὼν ὑπέστη τὸ ἐκφόριον τελέσειν κατʼ ἄρουραν πυροῦ ἀρτάβας ε, τὰ δὲ ……Πετεσοῦχον …ὁμοίως μεθʼ ἣν ἐποιησάμεθα κατασπορὰν …ἀρτάβας τέσσαρας …ου πυροῦ …ἐνετύχαμέν σοί τε …βασιλικῷ γραμματεῖ …κατασπορεῖ κατελθόντι εἰς τὴν κώμην ἐξετάσαι ἐργασαμ…αις ἐγένετο ὑφʼ ἡμῶν ἡ κατασπορὰ καὶ …αρ…τησ…ν…ν αὐτῶι τὰς ἀποδείξεις ε. . …ει… ὁ προγεγραμμένος Πετεσοῦχος παρενοχλεῖ καὶ ἐνποδίζει …διεφθαρη …